Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.99 Joseph. AJ 3.104 (English) >>Joseph. AJ 3.109

3.102

Οἱ δὲ χαίροντες οἷς τε ἑώρων καὶ οἷς ἤκουον τοῦ στρατηγοῦ τῆς κατὰ δύναμιν αὐτῶν σπουδῆς οὐκ ἀπελείποντο, ἀλλʼ εἰσέφερον ἄργυρόν τε καὶ χρυσὸν καὶ χαλκὸν ξύλα τε τῆς καλλίστης ὕλης καὶ μηδὲν ὑπὸ τῆς σήψεως παθεῖν δυνάμενα, αἰγείους τε τρίχας καὶ δορὰς προβάτων τὰς μὲν ὑακίνθῳ βεβαμμένας τὰς δὲ φοίνικι· αἱ δὲ πορφύρας ἄνθος, ἕτεραι δὲ λευκὴν παρεῖχον τὴν χρόαν· 3.103ἔριά τε τοῖς προειρημένοις ἄνθεσι μεμολυσμένα καὶ λίνου βύσσον λίθους τε τούτοις ἐνδεδεμένους, οὓς χρυσίῳ καθειργνύντες ἄνθρωποι κόσμῳ χρῶνται πολυτελεῖ, θυμιαμάτων τε πλῆθος συνέφερον· ἐκ γὰρ τοιαύτης ὕλης κατεσκεύασε τὴν σκηνήν. δʼ οὐδὲν μεταφερομένου καὶ συμπερινοστοῦντος ναοῦ διέφερε. 3.104τούτων οὖν κατὰ σπουδὴν συγκομισθέντων ἑκάστου καὶ παρὰ δύναμιν φιλοτιμησαμένου, ἀρχιτέκτονας τοῖς ἔργοις ἐφίστησι κατʼ ἐντολὴν τοῦ θεοῦ οὓς καὶ τὸ πλῆθος ἂν ἐπελέξατο τῆς ἐξουσίας ἐπʼ αὐτῷ γενομένης. 3.105τὰ δὲ ὀνόματα αὐτῶν, καὶ γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, ταῦτʼ ἦν· Βασάηλος μὲν Οὐρὶ παῖς τῆς Ἰούδα φυλῆς, υἱὸς δὲ Μαριάμης τῆς ἀδελφῆς τοῦ στρατηγοῦ, Ἐλίβαζος δὲ Ἰσαμάχου Δανίδος φυλῆς. 3.106τὸ δὲ πλῆθος οὕτως ὑπὸ προθυμίας τοῖς ἐγχειρουμένοις ἐπῆλθεν, ὥστε Μωυσῆς ἀνεῖρξεν αὐτοὺς ὑποκηρυξάμενος ἀρκεῖν τοὺς ὄντας· τοῦτο γὰρ οἱ δημιουργοὶ προειρήκεσαν· ἐχώρουν οὖν ἐπὶ τὴν τῆς σκηνῆς κατασκευήν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.99 Joseph. AJ 3.104 (English) >>Joseph. AJ 3.109

Powered by PhiloLogic